Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.79 Joseph. AJ 17.83 (English) >>Joseph. AJ 17.87

17.81ταῦτα δὲ μεγάλων μισθῶν οἱ φίλοι τῷ Ἀντιπάτρῳ συνέπρασσον. γράφει δὲ καὐτὸς Ἀντίπατρος τῷ πατρὶ περὶ αὐτῶν ἐπὶ μεγίσταις τῶν αἰτιῶν καὶ παντελὲς ἀπαλλάσσειν φάσκων τὰ μειράκια, τῶν δὲ τῇ ἡλικίᾳ τὴν ἀνάθεσιν ποιούμενος. αὐτὸς δὲ τὰ περὶ Σύλλαιον ἠγωνίζετο καὶ θεραπεία τῶν πρώτων ἀνδρῶν ἐγεγόνει κόσμος τε ἀξιοπρεπὴς ταλάντων ἐώνητο διακοσίων. 17.82θαυμάσειε δʼ ἄν τις, ὅτι τοσούτων ἐν Ἰουδαίᾳ κατʼ αὐτοῦ κεκινημένων μησὶ πρότερον ἑπτὰ οὐδὲν αὐτῷ δῆλον γένοιτο· αἴτιον δʼ ἦν τε ἀκρίβεια καὶ φυλακὴ τῶν ὁδῶν καὶ μῖσος τῶν ἀνθρώπων τὰ πρὸς Ἀντίπατρον· οὐδεὶς γὰρ ἦν, ὃς προθύμως κινδύνῳ τῷ αὐτοῦ ποριστὴς τῶν ἐκείνου ἀσφαλειῶν καθίστατο. 17.83

Ἡρώδης δὲ Ἀντιπάτρου γεγραφότος πρὸς αὐτόν, ὡς τὰ πάντα χρῆν διαπεπραγμένος ἥξοι ἐν τάχει, ἐπικρυψάμενος τὴν ὀργὴν ἀντεπετίθει, κελεύων μὴ ἀπιέναι τῆς εἰς τὴν ὁδὸν, μὴ καί τι πάσχοι παρὰ τὴν ἐκδημίαν αὐτοῦ, καὶ ἅμα τῆς μητρὸς αὐτοῦ κατηγορῶν ὡς ὀλίγον καταθήσεσθαι μέμψεις ἐπαγγελλόμενος τὰς πρὸς αὐτήν, 17.84ὁπότε ἐκεῖνος ἀφίκοιτο, παντί τε τρόπῳ φιλότητα τὴν πρὸς αὐτὸν ἐνεδείκνυτο, δεδιὼς μὴ καί τι ὑποτοπηθεὶς ὑπερβάλλοιτο μὲν ὁδοὺς τὰς πρὸς αὐτόν, τῇ δὲ Ῥώμῃ ἐνδιαιτώμενος κτήσεις ἐφεδρεύοι τῇ βασιλείᾳ καὶ δὴ καὶ διαπράσσοι τι αὐτῇ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.79 Joseph. AJ 17.83 (English) >>Joseph. AJ 17.87

Powered by PhiloLogic